Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.49 Dem. 57.52 (English) >>Dem. 57.56

57.51καίτοι εἰ τοῖς ἐξελεγχομένοις ὧν μέν εἰσιν ἀποκρυπτομένοις, ὧν δʼ οὐκ εἰσὶν προσποιουμένοις, δίκαιον ὑπάρχειν παρʼ ὑμῖν τοῦτο σημεῖον ὡς εἰσὶ ξένοι, ἐμοὶ δήπου τοὐναντίον ὡς εἰμὶ πολίτης. οὐ γὰρ ἂν ξένην καὶ ξένον τοὺς ἐμαυτοῦ γονέας ἐπιγραψάμενος μετέχειν ἠξίουν τῆς πόλεως· ἀλλʼ εἴ τι τοιοῦτον συνῄδειν, ἐζήτησʼ ἂν ὧν φήσω γονέων εἶναι. ἀλλʼ οὐ συνῄδειν, διόπερ μένων ἐπὶ τοῖς οὖσιν δικαίως γονεῦσιν ἐμαυτῷ τῆς πόλεως μετέχειν ἀξιῶ.

57.52ἔτι τοίνυν ὀρφανὸς κατελείφθην, καὶ φασίν μʼ εὔπορον εἶναι καὶ τῶν μαρτύρων ἐνίους ὠφελουμένους μοι μαρτυρεῖν συγγενεῖς εἶναι. καὶ ἅμα μὲν κατʼ ἐμοῦ λέγουσιν τὰς ἐκ τῆς πενίας ἀδοξίας καὶ περὶ τὸ γένος διαβάλλουσιν, ἅμα δὲ διʼ εὐπορίαν φασὶ πάντα μʼ ὠνεῖσθαι. 57.53ὥστε πότερα χρὴ αὐτοῖς πιστεύειν; ἐξῆν δὲ δήπου τούτοις, εἰ νόθος ξένος ἦν ἐγώ, κληρονόμοις εἶναι τῶν ἐμῶν πάντων. εἶθʼ οὗτοι μικρὰ λαμβάνειν καὶ κινδυνεύειν ἐν ψευδομαρτυρίοις καὶ ἐπιορκεῖν μᾶλλον αἱροῦνται πάντʼ ἔχειν, καὶ ταῦτʼ ἀσφαλῶς, καὶ μηδεμιᾶς ἐξωλείας ὑπόχους ἑαυτοὺς ποιεῖν; οὐκ ἔστι ταῦτα, ἀλλʼ οἶμαι συγγενεῖς ὄντες τὰ δίκαια ποιοῦσι, βοηθοῦντες αὑτῶν ἑνί. 57.54καὶ ταῦτʼ οὐχὶ νῦν πεπεισμένοι ποιοῦσιν, ἀλλὰ παιδίον ὄντα μʼ εὐθέως ἦγον εἰς τοὺς φράτερας, εἰς Ἀπόλλωνος πατρῴου ἦγον, εἰς τἄλλʼ ἱερά. καίτοι οὐ δήπου παῖς ὢν ἐγὼ ταῦτʼ ἔπειθον αὐτοὺς ἀργύριον διδούς. ἀλλὰ μὴν πατὴρ αὐτὸς ζῶν ὀμόσας τὸν νόμιμον τοῖς φράτερσιν ὅρκον εἰσήγαγέν με, ἀστὸν ἐξ ἀστῆς ἐγγυητῆς αὑτῷ γεγενημένον εἰδώς, καὶ ταῦτα μεμαρτύρηται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.49 Dem. 57.52 (English) >>Dem. 57.56

Powered by PhiloLogic